Ancient Greek
Fragment 231
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 231
Not analysed yet
Mt 21, 7—9 Ἄγεται ὁ πῶλος δύο μαθητῶν ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτῷ δύο τάγματα, προφῆται καὶ ἀπόστολοι, δι' ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. καὶ ἄγεται ἀπό τινος κώμης, ἵνα καὶ ἐκ τούτου τὴν ἄγροικον τῶν ἐθνῶν καταδείξῃ φρένα οὐκ ἐν νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀπημελημένως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἡμερώτερον· γέγονε γὰρ ὑπὸ Χριστῷ ταῦτα διδάσκοντι. καὶ παῖδες δὲ «βάϊα φοινίκων» ἀνατείναντες προέτρεχον αὐτοῦ καὶ ὁμοῦ τοῖς μαθηταῖς τὴν δοξολογίαν συνετίθεσαν, ἵνα καὶ δι' αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν ὥσπερ ἐν πίνακι γεγραμμένον ἴδωμεν λαόν· γέγραπται γάρ· «καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον».