Ancient Greek · ~6 min
Fragment 230
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 230
Not analysed yet
Mt 21, 7—9 Ἐρχόμενος λέγεται ὁ Χριστὸς ὡς ἄνωθεν ἐλθών, ὅτι θεὸς ὢν φύσει καὶ υἱὸς τοῦ πατρὸς γέγονεν ἄνθρωπος καὶ ἦλθεν ἐν ὀνόματι κυρίου ὁ κύριος καλούμενος. οὗτος οὖν ὡς φύσει θεὸς εὐλογημένος λέγεται, τοῦτ' ἔστιν δοξολογούμενος. ἐπεκάθητο μὲν οὖν τῷ πώλῳ Χριστός, εἵπετο δὲ ἡ τεκοῦσα. καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν· ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ τῷ εἰδωλολατροῦντί ποτε, ἕψεται δὲ κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων συναγωγή, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ σῴζοντι θεῷ, διὰ τοῦτο δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις καὶ γέγονεν εἰς οὐράν, τοῦτ' ἔστιν παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δέ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν ὁ «νεφροὺς» εἰδὼς «καὶ καρδίας»· ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων συναγωγὴ καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς· οἱ μὲν γὰρ «λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα» θεόν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες «παρασυνεβλήθησαν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοίωνται αὐτοῖς» κατὰ τὴν τοῦ ψάλλαντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον καὶ τὴν ἐκ νόμου κατάρρησιν ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλαμαρτήμονες.