Ancient Greek · ~5 min
Fragment 237
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 237
Not analysed yet
Mt 21, 23 Εἰ τὰς «θεοπνεύστους» ᾔδεις «γραφάς», ὦ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνάς, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου Δαβὶδ πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστόν· «ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἢ Φαρισαίων λελειτούργηκε τῷ θεῷ «κατὰ τὴν τάξιν Μελχισεδέκ»; ἢ πάντως οὐδείς. ἀλλὰ καὶ ὁ προπάτωρ Ἀβραάμ, ἡ ῥίζα τῆς γενέσεως τῶν ἐξ Ἰσραήλ, ὑπὸ τῆς Μελχισεδὲκ ἱερωσύνης ηὐλόγηται· τύπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ' αὐτὸν ἱερωσύνη τοῦ πάντων σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχιερεὺς προσάγων τῷ θεῷ καὶ πατρὶ πάντας τοὺς πεπιστευκότας εἰς αὐτὸν διὰ τῆς ὑπὲρ νόμον λατρείας τελειῶν εἰς ἁγιασμόν. τί οὖν ἀσχάλλεις, ὦ Φαρισαῖε; ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς; ἀλλὰ νόμου πάντως ἐπέκεινα θεός· ὁ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν ὁρισάμενος μεθίστησι κατὰ καιρὸν ἐφ' ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα καὶ ἀναφέρει εἰς βελτίονα. ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα· διὸ ἔφη που διὰ φωνῆς Ἠσαίου· «ἀφανισθήσεται νόμιμα λαοῦ»· ἤργησε γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἣν δι' ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ υἱός.