Ancient Greek
Fragment 238
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 238
Not analysed yet
Mt 21, 25 Ἤρετο ὁ Χριστός, ὁποίαν περὶ τοῦ βαπτιστοῦ τὴν δόξαν ἐσχήκασιν, ἐπειδὴ ἔθος ἦν τοῖς Ἰουδαίοις ψευδηγόρους ἀποκαλεῖν τοὺς ἁγίους καὶ λέγειν, ὅτι ἀπὸ γνώμης ἰδίας τὴν προφητείαν ὑποπλάττονται οὐκ ἀπεσταλμένοι παρὰ θεοῦ. οἱ δὲ Φαρισαῖοι δεδίασι μὲν εἰπεῖν τὸ ἀληθές, ἵνα μὴ ἀκούσωσιν· διὰ τί μὴ ἐπιστεύσατε;