Ancient Greek · ~2 min
Fragment 24
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 24
Not analysed yet
Mt 3, 10 Ἀξίνην φησὶν τὸν Χριστὸν τὸν «τομώτερον μαχαίρας διστόμου» τὸν μέλλοντα ἐκκόπτειν τοὺς ἀπίστους Ἰουδαίους καὶ ἀλλοτριοῦν ἀπὸ τῆς τῶν πατριαρχῶν τιμῆς καὶ κοινωνίας, οὓς καὶ ῥίζαν εἶπεν, οἳ καὶ ἔμειναν οἱ πάλαι θεῷ ἀρέσαντες πατέρες οἱ περὶ Ἀβραὰμ καὶ ὅσοι πρῴην ἅγιοι· οἱ γὰρ ἐξ αὐτῶν ἄπιστοι ἐξεκόπησαν ὡς ἄκαρποι κλάδοι, ἡ δὲ ῥίζα ἔμεινεν, ἐφ' ἧς οἱ ἐξ ἐθνῶν ἐνεκεντρίσθησαν. Εἰρηναῖος δὲ ἀξίνην φησὶν τὸν λόγον τοῦ θεοῦ καθὰ καὶ Ἰερεμίας· ὁ λόγος κυρίου «ὡς πέλυξ κόπτων πέτραν». τί γὰρ λέγω, φησίν, ὅτι ἐκπίπτειν μέλλετε—διά τοι τοῦτο οὐδὲ ἀφειστήκει τῆς ῥίζης.