Ancient Greek · ~1 min
Fragment 25
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 25
Not analysed yet
Mt 3, 10 Ἀξίνῃ δὲ παρεικάζει τὸν λόγον τοῦ θεοῦ· καὶ Ἰερεμίας γὰρ ὧδέ φησιν· ὁ λόγος κυρίου «ὡς πέλυξ κόπτων πέτραν». οὕτως τῇ ῥίζῃ ἐπίκειται, ὅπως τῷ φόβῳ σε ποιήσῃ βελτίονα καὶ παρασκευάσῃ καρπὸν ἐνεγκεῖν.