Ancient Greek · ~3 min
Fragment 241
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 241
Not analysed yet
Mt 21, 37 Ἆρα καὶ ὑμεῖς υἱοὶ τοῦ θεοῦ καὶ πατρός; ἆρα φυσικῶς ὁ κλῆρος εἰς ὑμᾶς καταβαίνει, ἂν ἐκ μέσου ποιήσητε τὸν κληρονόμον; πῶς γενήσεσθε κύριοι ὧν ἐρᾶτε; κἀκεῖνο πῶς οὐ γέλωτος ἄξιον; ὁ μὲν γὰρ Χριστὸς ὡς υἱὸς καὶ τῶν τοῦ θεοῦ καὶ πατρὸς ἀξιωμάτων οὐσιωδῶς κληρονόμος γενόμενος ἄνθρωπος εἰς κοινωνίαν τῆς ἑαυτοῦ βασιλείας ἐκάλει τοὺς πιστεύοντας εἰς αὐτόν, οἱ δὲ Ἑβραῖοι μόνοι τὴν βασιλείαν ἔχειν ἤθελον, ὅπερ ἦν ἀμήχανόν τε καὶ ἀμαθές. ἐπιτήρησον δὲ ἐν τούτοις, ὅτι μετὰ τοὺς οἰκέτας ὁ υἱὸς πέμπεται ὡς οὐ τελῶν ἐν οἰκέταις, ἀλλ' ὡς υἱὸς ἀληθινὸς καὶ διὰ τοῦτο κύριος· εἰ καὶ ἐφόρεσε γὰρ δούλου μορφὴν οἰκονομικῶς, ἀλλ' ἦν καὶ οὕτω θεὸς καὶ υἱὸς ἀληθινὸς τοῦ θεοῦ καὶ πατρὸς καὶ φυσικὴν ἔχων τὴν κυριότητα.