Ancient Greek · ~2 min
Fragment 239
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 239
Not analysed yet
Mt 21, 33—41 Καὶ ἔστιν ἀμπελὼν μὲν ὁ Ἰσραήλ, ὥς φησιν ὁ ψαλμῳδός· «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας» καὶ ὁ Ἠσαίας· «ἀμπελών», φησίν, «ἐγενήθη τῷ ἠγαπημένῳ». ἐφύτευσεν δὲ αὐτὸν ὁ θεὸς καὶ ἀπεδήμησε χρόνον μακρὸν ἤγουν ἐμακροθύμησεν. πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου καὶ εἰς νοῦν ἔχων αὐτό· οὐδεὶς γὰρ γέγονεν διὰ μέσου καιρός, καθ' ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ θεοῦ προφῆται καὶ δίκαιοι νουθετοῦντες. οἱ δὲ γεγόνασιν ἀπειθεῖς καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἀπέστειλαν κενούς, τοῦτ' ἔστιν οὐδὲν ἔχοντας εἰπεῖν περὶ αὐτῶν ἀγαθὸν τῷ πεπομφότι θεῷ.