Ancient Greek · ~2 min
Fragment 243
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 243
Not analysed yet
Mt 21, 42—43 Λίθον ἐνταῦθα τὸν Χριστόν φησιν, γωνία δὲ ἡ συνάφειά τε καὶ συνήθεια τῶν δύο λαῶν τούτων, τοῦ ἐξ Ἰσραὴλ ἀνασεσωσμένου καὶ τοῦ ἐξ ἐθνῶν. διὰ τοῦτο ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, τοῦτ' ἔστιν ἡ τῆς σωτηρίας εἴδησις καὶ ἡ πρὸς πᾶν ὅ τι οὖν τῶν ἐπαινουμένων ὁδὸς καὶ ἡ πρὸς τὸ πνεῦμα κοινωνία, δι' ὧν τις κτᾶται τὴν τῶν οὐρανῶν βασιλείαν.