Ancient Greek
Fragment 244
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 244
Not analysed yet
Mt 21, 42 Ταύτην τεθαύμακε τὴν γωνίαν ἤτοι τῶν δύο λαῶν τὴν εἰς ταὐτότητα σύνοδον ὁ μακάριος Δαβὶδ λέγων· «παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». οὐκοῦν σωτήριος μὲν ὁ λίθος τῇ γωνίᾳ τῇ παρ' αὐτοῦ γενομένῃ, συντριβὴ δὲ καὶ ὄλεθρος τοῖς ἔξω μεμενηκόσι τῆς νοητῆς καὶ πνευματικῆς ταύτης συνδρομῆς· τοῖς μέν ἐστιν ὁ Χριστὸς «πέτρα προσκόμματος καὶ λίθος σκανδάλου».