Ancient Greek · ~5 min
Fragment 251
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 251
Not analysed yet
Mt 22, 34—40 Ἐξ ἀμέτρου ἀναιδείας διαφθονούμενοι οἱ Φαρισαῖοι, ἐπειδὴ καταισχυνθέντων τῶν Σαδδουκαίων ἐπῃνεῖτο ὑπὸ τῶν ὄχλων, μεθ' ὑποκρίσεως πάλιν ἐρωτῶσι πειράζοντες αὐτόν, εἰ καὶ προστίθησι πάλιν τῇ ἐντολῇ τῇ πρώτῃ ὡς διορθούμενος τὸν νόμον, ἵνα εὕρωσι κατ' αὐτοῦ λαβήν. καὶ ὁ μὲν Ματθαῖος καὶ Λουκᾶς «νομικὸν» εἶναι ἔλεγεν τὸν ἐρωτήσαντα, Μᾶρκος δὲ «γραμματέα». οὐκ ἔστι δὲ τοῦτο διαφωνία· οἱ μὲν γὰρ νομομαθῆ τοῦτον ἀποδεικνύουσιν, οἱ δὲ γραμματεισαγωγέα, ὅπερ ἐστὶ τοῦ νόμου ἑρμηνεὺς τῷ λαῷ. ὁ δὲ κύριος δημοσιεύει αὐτῶν τὴν κακίαν, ὅτι οὐ διὰ τοῦτο ἦλθον ἐρωτῆσαι, ὥστε ὠφεληθῆναι, ἀλλ' ἀπὸ τοῦ μὴ ἔχειν καὶ τῷ φθόνῳ κατέχεσθαι, καὶ διδάσκει, ὅτι οὐ δεῖ ἐν μέρει μὲν ἀγαπᾶν τὸν θεόν, ἐν μέρει δὲ τοῖς γηΐνοις προσκεῖσθαι. δι' ὧν δὲ ὁ κύριος εἶπεν ταύτην τὴν ἐντολὴν κεφαλαιωδεστέραν οὖσαν πασῶν, ἔδοξεν ὁ νομικὸς ἐμβάλλειν αὐτὸν εἰς κίνδυνον ὡς θεοποιοῦντα ἑαυτόν. ὅθεν καὶ μὴ εἰπόντα τοῦτο ἐπῄνεσεν ὁ νομικὸς ὡς ὁ Μᾶρκος φησίν. ἡ μὲν οὖν πρώτη ἐντολὴ πᾶν εἶδος εὐσεβείας διδάσκει· τὸ γὰρ ἐξ ὅλης καρδίας τὸν θεὸν ἀγαπᾶν αἴτιόν ἐστιν παντὸς ἀγαθοῦ, ἡ δὲ δευτέρα τὰ πρὸς ἀνθρώπους δίκαια περιέχει· καὶ ἡ μὲν ὁδοποιεῖ τῇ δευτέρᾳ, ἡ δὲ ἐκ ταύτης συγκροτεῖται· ὁ γὰρ τὴν πρὸς θεὸν ἀγάπην κατορθώσας δηλονότι καὶ τὴν πρὸς τὸν πλησίον εἰς πάντα ὡς ἑαυτὸν ἀγαπᾷ. πασῶν τῶν ἐντολῶν ὁ τοιοῦτος ἐκπληρωτὴς τυγχάνει.