Ancient Greek · ~3 min
Fragment 252
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 252
Not analysed yet
Mt 22, 34—42 Ἐπείπερ καταισχυνθέντων τῶν Σαδδουκαίων καὶ ἀποχωρησάντων ἐπῃνεῖτο ὁ κύριος, ἐπὶ τούτῳ διαφθονούμενοι τούτοις οἱ Φαρισαῖοι ἦλθον εἰς μέσον καὶ νομομαθής τις ἄγαν παρ' αὐτοῖς νομιζόμενος ἐρωτᾷ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μωσέως παραγράφεσθαι, παρατιθέναι δὲ τὴν ἑαυτοῦ διδασκαλίαν ἢ <εἰπεῖν> ὅτι ἀγαπήσεις κύριον τὸν θεόν σου καὶ ἐμέ, παραζευγνὺς ἑαυτοῦ τὴν δόξαν τῇ δόξῃ τοῦ πατρὸς καὶ οὕτως εὑρίσκει τόπον τοῦ ἐμβαλεῖν εἰς κίνδυνον ὡς θεοποιοῦντα ἑαυτὸν ἤ, εἰ τοῦτο παρασιωπήσει, λέγειν· οὐκοῦν οὐ προσδέχομαί σε ὡς θεόν. ὁ δὲ κύριος οὐδὲν καινὸν εἰπὼν ἀλλὰ τὰ τοῦ νόμου καὶ ταύτῃ ἐπιστομίσας τοὺς Φαρισαίους ἐρωτᾷ καὶ αὐτὸς αὐτοὺς τίνος υἱὸν νομίζουσιν τὸν Χριστόν.