Ancient Greek
Fragment 257
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 257
Not analysed yet
Mt 23, 22 Διὰ τοῦτο δὲ »θρόνον θεοῦ» τὸν οὐρανὸν ὀνομάζουσιν αἱ γραφαί, ὅτι ταῖς ἄνω δυνάμεσι θεὸς ἐπαναπαύεται· ἐν οὐρανῷ γάρ εἰσιν οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ ἄγγελοι καὶ ἀεὶ δοξάζοντες αὐτόν· αὕτη γὰρ αὐτῷ ἀνάπαυσις. «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ»· ἐν αὐτῇ γὰρ διὰ σαρκὸς τοῖς ἀνθρώποις συνανεστράφη. ποὺς δὲ θεοῦ ἡ ἁγία αὐτοῦ σὰρξ καὶ διαφόρως ὀνομάζεται.