Ancient Greek · ~3 min
Fragment 258
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 258
Not analysed yet
Mt 23, 23 Ἀπαιτεῖτε, φησίν; ὦ Φαρισαῖοι, τὰς δεκάτας τάχα που καὶ λαχάνων λεπτῶν παρέντες τὰς ἐντολάς, ἐφ' αἷς ἐστιν μείζων ἡ παράβασις. καὶ ποῖα ταῦτά ἐστιν τὰ ἐντάλματα; ἡ κρίσις, τοῦτ' ἔστιν τὸ κρίνειν ὀρθὰ καὶ ἀμώμητα, καὶ τὸ ἔλεος, τοῦτ' ἔστιν ἡ εἰς θεὸν γνησιότης· ἄμεινον γὰρ κρίσις καὶ ἔλεος καὶ πίστις ἡ εἰς θεὸν δεκάτης καὶ ἀπαρχῆς. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων θεός· καὶ νῦν, Ἰσραήλ, «τί κύριος» ὁ θεὸς «ζητεῖ παρὰ σοῦ ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν» καὶ ζητεῖν «ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου» τοῦ «θεοῦ σου». ἐν γὰρ τῷ λίαν ἑτοίμῳ πρὸς ἀκολούθησιν τὸ εἰς πίστιν γνησίαν ὁρᾶται σῳζόμενον.