Ancient Greek · ~1 min
Fragment 26
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 26
Not analysed yet
Mt 3, 10 Τίνα λέγει ἀξίνην; οὐδὲν ἄλλο ἢ τὴν μέλλουσαν κόπτειν ἀπὸ τῶν πατριαρχῶν τοὺς μάτην καυχησαμένους καὶ μηδέν τι ἐργασαμένους ἀγαθόν· δεῖ γὰρ τοὺς ἀπὸ τῶν τοιούτων ἀκάρπους γεγονότας ἐκκόπτειν τε καὶ εἰς πῦρ βάλλειν.