Ancient Greek · ~4 min
Fragment 260
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 260
Not analysed yet
Mt 23, 29—36 Τί δὴ ἄρα φησὶν ὁ σωτήρ, ἀκριβῶς ἐρευνήσομεν. οἱ μὲν τῶν Ἰουδαίων πατέρες ἀπέκτειναν κατὰ καιροὺς τοὺς ἁγίους προφήτας τὸν θεῖον αὐτοῖς διαπορθμεύοντας λόγον· οἵ γε μὴν ἐξ αὐτῶν γεγονότες ὁμολογοῦντες, ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς στεφάνους ἤτοι τὰ μνημεῖα τιμὴν ἀπονείμαντες τὴν τοῖς ἁγίοις πρεπωδεστάτην, αὐτοὶ δὲ προφήτας εἶναι πιστεύσαντες καὶ ἄνδρας ἁγίους κριταὶ γεγόνασιν τῶν ἀποκτεινάντων αὐτούς· δι' ὧν γὰρ τιμᾶν ἐγνώκασι τοὺς ἀνῃρημένους, διὰ τούτων αὐτῶν κατηγοροῦσιν ὡς ἠσεβηκότων. ἀλλ' οἱ τῶν ἰδίων πατέρων ἐπὶ ταῖς οὕτω δειναῖς μιαιφονίαι καταψηφισάμενοι τοῖς ἴσοις ἔμελλον ἁλῶναι κακοῖς, μᾶλλον δὲ τοῖς ἔτι χείροσιν. «ἀπέκτειναν» μὲν «τὸν τῆς ζωῆς ἀρχηγόν», προστεθείκασι δὲ ταῖς κατ' αὐτοῦ δυσσεβείαις μιαιφονίας ἑτέρας κατὰ τῶν θεσπεσίων αὐτοῦ μαθητῶν· ἕως μὲν γάρ τις τὰς ἑτέρων ἀδικίας ἐξετάζῃ φυσικῷ λογισμῷ κρίνων, ὁρᾷ τὸ φαῦλον καὶ μέμφεται, αὐτὸς δὲ εἰς τὰ ἴσα πάθη προαγόμενος οἱονεὶ τυφλὸς ἐπὶ ταῦτα φέρεται.