Ancient Greek · ~7 min
Fragment 261
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 261
Not analysed yet
Mt 23, 35—36 Κατὰ τίνα τρόπον ἐπὶ τὴν τελευταίαν τῶν φονευτῶν γενεὰν ἡ παντὸς αἵματος ἥξει δίκη, καίτοι διὰ τοῦ προφήτου λέγων ὁ θεὸς «οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων» καὶ μὴν καὶ τὸ ἔμπαλιν «ἕκαστος δὲ τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται»; τί οὖν ἄρα φαμέν; πῶς τῆς ἑτέρων μιαιφονίας πραχθήσονται λόγους ἐκεῖνοι, πρὸς οὓς ταῦτα λελάληκεν ὁ Χριστός; ἢ γὰρ οὐχὶ κολασθήσεται μὲν ὑπὲρ Ἀβὲλ ὁ Κάϊν· Λάμεχ δὲ λέγων· «ἄνδρα» πεφόνευκα «εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα»· ἑκάστου τοιγαροῦν τοῖς ἰδίοις κατηχθισμένου κακοῖς πῶς οἱ δείλαιοι τὴν ὑπὲρ ἁπάντων ὑποστήσονται δίκην; «οὐ γὰρ ἄδικος ὁ θεός», ἀλλ' ἔστιν κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν, ὅτι τοιάνδε τινὰ τοῖς εἰρημένοις προσήκει ἐφαρμόσαι διάνοιαν. ὑποκείσθω τοιγαροῦν τοιοῦτόν τι τυχόν· λῃσταὶ γεγόνασιν φέρε εἰπεῖν ἐν τῇδε τῇ χώρᾳ. οὗτοι τὰς ἐν κύκλῳ κατεληΐζοντο κώμας καὶ τοὺς ἐν αὐταῖς ἐθανάτουν· ἀλλ' ὁ τῆς ἀρχῆς ἡγεμὼν οὐκ εὐθὺς τὴν ἀρχοντικὴν αὐτοῖς ἀπεγύμνωσε μάχαιραν, ἀπειλαῖς δὲ μᾶλλον μεταπαιδεύεσθαι τούτους ἐσπούδαζεν. οἱ δὲ ἦσαν οὐδὲν ἧττον ὠμοί· ἀλλ' ἵνα λοιπὸν ἀνακάμπτηται τὸ δεινόν, ἁλόντων τινῶν οὐκ ἐφείσατο, ὠμοτάταις δὲ αἰκίαις ὑποβαλὼν τὸν ἐπὶ τοῖς ἐσχάτοις ἐπετίθει κίνδυνον οὐχὶ δήπου μόνοις ἐπ' ἐκείνοις ἀγανακτῶν, ἀλλὰ πολλῷ μᾶλλον, ἐπείπερ αὐτὸν ἀνεξικακοῦντα καὶ ἡ τῶν πρώτων ἠπάτησεν ἀγριότης. ἀλλ' οἶμαι τίς ἐρεῖ τῶν τελευταίων ἀνημέρως κεκολασμένων, ὅτι τὰς ἁπάντων ἁμαρτίας ἀπέλαβον αὐτοὶ διὰ τὸ εἰς αὐτοὺς καταλῆξαι τοῦ δικάζοντος τὸν θυμόν; τοιοῦτόν τι νοήσεις καὶ περὶ θεοῦ· ἀνεξικακήσας γὰρ ἐν τοῖς προλαβοῦσι καιροῖς μέχρι τούτων διελογίζετο δεῖν τὸ τῆς ἀνεξικακίας ὁρίσαι μέτρον· καὶ γὰρ ἔδει ἐπὶ τούτοις τὸν θεῖον κατασκῆψαι θυμόν· οἱ μὲν γὰρ εἰς ἀνθρώπους καὶ ὁμοδούλους ἡμάρτανον, οἱ δὲ τὸν τῶν ὅλων ἀπεκτόνασι κύριον. οὐχ ὅτι τοιγαροῦν κολάζει τοὺς τελευταίους διὰ τοῦτο τραχύς, ἀλλ' ὅτι διεκαρτέρησεν εἰς τὸ παρὸν ἀξιάγαστος.