Ancient Greek
Fragment 262
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 262
Not analysed yet
Mt 23, 36 Εἴ τις βούλοιτο διὰ τὸ φάναι τὸν κύριον ταύτην τὴν γενεὰν οὐχὶ μόνους ἐκείνους κατασημαίνεσθαι, πρὸς οὓς ἦν ὁ λόγος, ἀλλ' ὅλων ὥσπερ τῶν φονευτῶν τὸ γένος, τοῦ ὀρθῶς ἔχοντος ἐξοίχεται· εὑρίσκομεν γὰρ τὴν ἁγίαν γραφὴν τὰς ἰσοτροπίας οἱονεί πως καὶ ταυτοβουλίας ὀνομάζουσαν ὡς γένος. καὶ γοῦν ὁ μακάριος ἔφη Δαβὶδ «γενεὰ εὐθείων εὐλογηθήσεται» καὶ «αὕτη ἡ γενεὰ ζητούντων» τὸν κύριον. οὐκοῦν τὸ ταύτην, εἰ καὶ λέγοιτο δεικτικῶς, οὐχὶ μόνον τάχα που κατασημῆναι φαμὲν τοὺς τότε παρόντας καὶ ἀκροωμένους, ἀλλὰ πάντα τὸν φονευτὴν καὶ ὑπὸ τὸ αὐτὸ τῆς ἀσεβείας πίπτοντα γένος· συντέξεται γὰρ τῷ ὁμοίῳ τὸν ὅμοιον ὡς ἀδελφὸν καὶ ὁμογενές.