Ancient Greek · ~2 min
Fragment 264
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 264
Not analysed yet
Mt 23, 39 Τὸ εἰρημένον νοητὴν ἔχει τὴν διὰ πίστεως θέαν· ὅταν γὰρ «εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν» καὶ πιστεύσωσι τῷ Χριστῷ, τότε οἱ μετὰ ταῦτα πιστεύσαντες Ἰουδαῖοι ὁρῶσι τὸ τῆς θεότητος κάλλος τοῦ Χριστοῦ ἐν υἱῷ θεωροῦντες εἶναι τὸν πατέρα καὶ αὐτὸν λέγοντες εἶναι τὸν λυτρωτὴν τὸν διὰ τῶν προφητῶν κηρυχθέντα, περὶ οὗ προμεμήνυκεν ὁ προφήτης ὡς ἐρχόμενον ἐν ὀνόματι κυρίου· οἱ γὰρ ἄλλοι προφῆται οὐκ ἐν ὀνόματι κυρίου ἦλθον· ἔλεγον γάρ· «τάδε κύριος» καὶ «δοῦλος κυρίου ἐγώ εἰμι, καὶ τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι».