Ancient Greek · ~1 min
Fragment 265
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 265
Not analysed yet
Mt 24, 1 Εἰπὼν «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» ἀκόλουθον τοῦτο ποιεῖ ἐξελθὼν ἀπὸ τοῦ ἱεροῦ καὶ πορευόμενος καὶ διὰ τοῦτο δεικνὺς τὴν ἐκ τοῦ γένους τῶν Ἰουδαίων ἀπόστασιν τῆς θείας χάριτος, ἐφ' ἑτέρους μεταχωρούσης. ὑπερβολικῶς δὲ ἐχρήσατο τούτοις, ὅμως καὶ ἔργῳ ἐξέβη ἐριπωθὲν τελείως τὸ τέμενος.