Ancient Greek · ~3 min
Fragment 266
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 266
Not analysed yet
Mt 24, 1—3 Ἐπεδείκνυόν τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας καὶ τὸν τῶν ἀναθημάτων κόσμον· ᾠήθησαν γάρ, ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα καίτοι θεὸς ὢν καὶ ἔχων θρόνον τὸν οὐρανόν. ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δέ, ὅτι ἐκ βάθρων πεσεῖται κατὰ καιροὺς κατακομιζούσης εἰς τοῦτο αὐτὸν τῆς Ῥωμαίων στρατιᾶς καὶ ἅπασαν τὴν Ἰερουσαλὴμ τὰς τῆς κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραήλ· μετὰ γάρ τοι τὸν τοῦ σωτῆρος σταυρὸν ταῦτα συνέβη παθεῖν αὐτούς, οἱ δὲ οὐ συνίεσαν τῶν λεγομένων τὴν δύναμιν. ᾠήθησαν δὲ τοὺς περὶ συντελείας τοῦ αἰῶνος λόγους ἐξυφαίνειν αὐτόν. ἤροντο δὴ οὖν πότε ταῦτα ἔσονται, καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ γίνεσθαι.