Ancient Greek · ~1 min
Fragment 269
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 269
Not analysed yet
Mt 24, 20 Ἴσως καὶ αἴνιγμα ἔχει ὁ λόγος, ὥστε εὔχεσθαι ἡμᾶς μὴ ἐκδημῆσαι ἀπὸ τοῦ σώματος μήτε ἐν ἀργίᾳ ὄντας ἔργου ἀγαθοῦ, ὃ ὑποσημαίνει τὸ σάββατον, μήτε ἐν ἀκαρπίᾳ, ὃ δηλοῖ χειμών· σημειωτέον γὰρ ὅτι χειμῶνα κακῶν ὁ θεὸς οὐκ ἐποίησεν, ἐν χειμῶνι δέ ἐσμεν, ὅταν τὰ πάθη τῆς σαρκὸς δυναστεύῃ ἐν ἡμῖν.