Ancient Greek · ~1 min
Fragment 269col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-26
Not analysed yet
Τοῦτο αἰνίττεται ὁ Χριστὸς τὸ εὔχεσθαι ἡμᾶς μὴ γενέσθαι ἐν ἐκδημίᾳ τοῦ σώματος μήτε ἐν ἀργίᾳ ὄντας τῶν τῆς ἀρετῆς ἔργων, ὃ ὑποσημαίνει τὸ σάββατον, μήτε ἐνοχλουμένους ἐν ταῖς βιωτικαῖς τύρβαις τε καὶ ταραχαῖς, ὅπερ δηλοῖ ὁ χειμών.