Ancient Greek · ~2 min
Fragment 271
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 271
Not analysed yet
Mt 24, 29 Πῶς οὐ φρίξουσιν; ἀναστοιχειουμένων γὰρ οὐρανοῦ καὶ γῆς πρὸς τὸ δοκοῦν τῷ θεῷ (ἀκριβὲς γάρ τι λέγειν ἐν τοῖς τοιούτοις οὐκ ἔνι) ὁ μὲν ἥλιος καὶ ἡ σελήνη ἀμαυρωθήσονται, τὰ δὲ ἄστρα ὡς ἄνθη πεσεῖται τοῦ δημιουργήσαντος αὐτὰ πάλιν μεταστοιχειοῦντος, καθὼς θέλει, θορυβηθήσονται καὶ αὐτὰ τὰ στοιχεῖα· ἀνακαινιζομένης γὰρ τῆς ἀνθρωπότητος ἀνακεφαλαιοῦται καὶ συνανακτίζεται καὶ ἡ διὰ τὸν ἄνθρωπον δημιουργηθεῖσα κτίσις.