Ancient Greek · ~1 min
Fragment 270
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 270
Not analysed yet
Mt 24, 28 Ὥσπερ σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ' αὐτὸ συντρέχει, οὕτως, ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ τοῦτ' ἔστιν οἱ εἰς τὰ ὑψηλὰ πωτώμενοι καὶ ἀνωτάτω καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηνεγμένοι ἐπ' αὐτὸν συνδραμοῦνται.