Ancient Greek · ~8 min
Fragment 280
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 280
Not analysed yet
Mt 25, 1—13 Παρθένοις παρεικάζει τοὺς τῶν λαῶν ἡγουμένους· ἄσπιλον δεῖ εἶναι τὸν ἱερουργὸν ψυχῇ τε καὶ σώματι καθὼς καὶ ὁ Παῦλός φησιν, «ἵνα ᾖ ἁγία καὶ σώματι καὶ τῷ πνεύματι». ἐπειδὴ δὲ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς πέντε διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ μωρὰς ψυχὰς ὡς ἑκάστου καιροῦ ἔχοντος σοφοὺς καὶ εὐήθεις, δικαίους καὶ ἀδίκους. ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς λαμπάσι, δείκυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ τοῦ θεοῦ φυσικοῖς τε καὶ ἐμφύτοις νόμοις, ἀλλὰ μὴν καὶ τοῖς διὰ Μωσέως γραπτοῖς νόμοις. καὶ πάντες ἐξῆλθον εἰς συνάντησιν τῷ νυμφίῳ ἀντὶ τοῦ πάντες προέθεντο ἀρέσαι τῷ θεῷ καὶ συναφθῆναι πνευματικῶς τῷ νυμφίῳ τῷ ἐνσπείροντι ἐν ταῖς καρδίαις τῶν πιστῶν πᾶν εἶδος ἀρετῆς, διὸ καὶ νυμφίος καλεῖται. πλὴν ἀδιακρίτως τινὲς καίπερ ἔχοντες τὸν ἐκ θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπιεικῶς ζῆσαι, ὅπερ ἐποίησαν αἱ συνεταὶ ψυχαί, δι' ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦντες ἐκλάμπειν τὴν ἔσωθεν δοθεῖσαν αὐτοῖς ἐκ θεοῦ φωτιστικὴν χάριν καὶ ὠφελοῦντες καὶ ἑαυτοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. ἔλαιον νοητέον τὴν φιλεργίαν τὴν ἀγαθήν, ὃ οὐκ ἔχουσιν οἱ ἀργοί, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέστερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός. ὕπνῳ δὲ παρεικάζει καὶ νυσταγμὸν ἀποκαλεῖ τὸν τῆς σαρκὸς θάνατον, ὃς ἐξ ἀνάγκης προεπέρχεται φρονίμοις τε καὶ ἀσυνέτοις, οὓς ἀνίστησιν ἡ τῶν ἀγγέλων σάλπιγξ κατὰ τὸν τῆς παρουσίας τοῦ Χριστοῦ καιρόν· πάντες γὰρ ἀνίστανται καταργηθέντος τοῦ θανάτου, καλοί τε καὶ κακοί, καὶ πάντες εὐτρεπίζονται εἰς ἀπολογίαν τοῦ κριτοῦ, ὅπερ ἐστὶν διακοσμῆσαι τὰς λαμπάδας ἑκάστου τὸν ἴδιον ἀναλογιζομένου βίον. τῶν δὲ φαύλων μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ κατασβέννυσθαι καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτοὺς διὰ τῆς ἑτέρων ἀρετῆς ἐλεηθῆναι. διὸ ἀποδοκιμάζονται λεγόντων ἐκείνων μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· μόλις γὰρ ἀρκέσει πρὸς σωτηρίαν ψυχῆς ἡ ἑκάστου ἀρετὴ διὰ τὸ πολλὰ πταίειν καὶ τοὺς ἄγαν ἐπιεικεῖς. ἀλλὰ πορεύεσθε πρὸς τοὺς πωλοῦντας, οἵτινές εἰσιν προφῆται, ἀπόστολοι, εὐαγγελισταί, δι' ὧν τις μανθάνει τὴν ἀρετὴν ἐργάζεσθαι, καὶ ὀρθοὶ διδάσκαλοι τῶν ὀρθῶν δογμάτων. τῶν δὲ ἑτοίμως ἀπελθόντων οὐκ εἴασεν ὁ καιρὸς τῶν βεβιωμένων ποιούμενος ἐξέτασιν οὐκ ἀρχὴν διδοὺς ἐργασίας.