Ancient Greek · ~5 min
Fragment 280col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-29
Not analysed yet
Ἐπειδὴ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς πέντε διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ μωρὰς ψυχάς. ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς λαμπάσι, δείκνυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ θεοῦ τῷ φυσικῷ καὶ τῷ γραπτῷ νόμῳ. πλήν τινες τὸν ἐκ θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπιεικῶς ζῆσαι, τινὲς δὲ δι' ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦσιν ἐκλάμπειν τὴν ἐκ θεοῦ δοθεῖσαν αὐτοῖς φωτιστικὴν χάριν καὶ ὠφελοῦσιν καὶ ἑαυτοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. ἔλαιον δὲ νοητέον τὴν ἀγαθὴν φιλεργίαν, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέστερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός. ὕπνῳ δὲ καὶ νυσταγμῷ παρεικάζει τὸν τῆς σαρκὸς θάνατον, ὃς ἐξ ἀνάγκης πᾶσιν ἔπεισιν, οὓς ἀνίστησιν ἡ τῶν ἀγγέλων σάλπιγξ καταργηθέντος τοῦ θανάτου, καὶ πάντες εὐτρεπίζονται εἰς ἀπολογίαν· τοῦτο γάρ ἐστι τὸ διακοσμῆσαι τὰς λαμπάδας ἑκάστου τὸν ἴδιον ἀναλογιζομένου βίον. τῶν δὲ φαύλων ἄρχεται στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτοὺς διὰ τῆς ἑτέρων ἀρετῆς ἐλεηθῆναι. διὸ ἀποδοκιμάζονται· μόλις γὰρ ἀρκέσει πρὸς σωτηρίαν ἡ ἑκάστου ἀρετὴ διὰ τὸ πολλὰ πταίειν καὶ τοὺς ἄγαν ἐπιεικεῖς. οἱ δὲ πωλοῦντές εἰσιν οἱ τῶν ὀρθῶν δογμάτων διδάσκαλοι, δι' ὧν τις μανθάνει τὴν ἀρετήν. ὠνήσασθαι δὲ ἤτοι διδαχθῆναι ὁ καιρὸς οὐκ εἴασεν τῶν βεβιωμένων ποιούμενος ἐξέτασιν οὐκ ἀρχὴν διδοὺς ἐργασίας· ἐργασίας ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως.