Ancient Greek · ~2 min
Fragment 285
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 285
Not analysed yet
Mt 26, 18 Εἰπὼν τὸν δεῖνα οὐ δηλοῖ ὄνομα ἰδικῶς, ἀλλὰ πλαγίως δηλοῖ τινα τῶν ἁγίων· ἁρμόζει γὰρ καὶ ἐπὶ παντὸς ἁγίου ὁ λόγος, ὃς πρῶτον μὲν δέχεται τοὺς μαθητὰς τοῦ κυρίου, εὐαγγελιστάς, ἀποστόλους προομαλίζοντας αὐτοῦ τὴν ψυχήν, εἶθ' οὕτως καὶ αὐτὸν τὸν Χριστόν, ὃς οὐ κληθεὶς ἀλλ' αὐτόματος ἥξει σὺν τῷ ἁγίῳ πνεύματι οἰκῶν παρ' ἐκείνῳ, παρ' ᾧ ὁρᾷ τὸ ἅγιον βάπτισμα· τοῦτο γὰρ δηλοῖ ὁ ἄνθρωπος ὁ τὸ «κεράμιον βαστάζων τοῦ ὕδατος», ὥς φησιν Μᾶρκος καὶ Λουκᾶς.