Ancient Greek · ~3 min
Fragment 287
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 287
Not analysed yet
Mt 26, 23 Οὐ δήπου νοήσομεν ἐκ τούτου τῶν μὲν ἄλλων οὐδένα μαθητῶν, μόνον δὲ τὸν Ἰούδαν ἐμβάψαι τὸ ψωμίον ἐν τῷ τρυβλίῳ μετ' αὐτοῦ. οἶμαι δὲ ἔγωγε τοιαύτην ἔχειν διάνοιαν τὸ εἰρημένον· βούλεται γὰρ εἰπεῖν κατά γε τὸ εἰκός, ὅτι προδότης ἔσται ὁ ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, τοῦτ' ἔστιν ὁ συνδειπνητὴς καὶ συνέστιος καὶ τραπέζης καὶ ἁλῶν κοινωνός τε καὶ μέτοχος· οὕτω γὰρ αὐτὸν καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαβὶδ ᾐτιᾶτο λέγων· «σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα». καὶ πάλιν· «ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν». αὐτὸ δὲ τοῦτο σαφέστερον ὁ Ἰωάννης ἐποίησεν· ἔφη γὰρ εἰρηκέναι τὸν κύριον, ὅτι «ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας δώσω τὸ ψωμίον».