Ancient Greek
Fragment 290
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 290
Not analysed yet
Mt 26, 26—28 Μετὰ τὸ ἐξελθεῖν τὸν Ἰούδαν παραδίδωσιν ὁ σωτὴρ τοῖς ἕνδεκα τὸ σωτηριῶδες μυστήριον· ἐπειδὴ γὰρ μικρὸν ὕστερον ἔμελλεν ὁ Χριστὸς ἀναστὰς μετὰ τῆς ἰδίας σαρκὸς ἀναφοιτῆσαι πρὸς τὸν πατέρα, ἵνα τὴν τοῦ σώματος αὐτοῦ παρουσίαν ἔχωμεν—ἄνευ γὰρ τῆς παρουσίας τοῦ Χριστοῦ ἀδύνατον σωθῆναι ἄνθρωπον καὶ ἀπαλλαγῆναι θανάτου καὶ ἁμαρτίας μὴ συνούσης ἡμῖν τῆς ζωῆς—ἔδωκεν οὖν ἡμῖν τὸ ἴδιον σῶμά τε καὶ αἷμα, ἵνα δι' αὐτῶν καὶ τὸ τῆς φθορᾶς καταλύηται κράτος, ἐνοικίζηται δὲ ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ ἁγίου πνεύματος, καὶ γενώμεθα ἁγιασμοῦ μέτοχοι καὶ οὐράνιοι ἄνθρωποι καὶ πνευματικοὶ χρηματίσωμεν.