Ancient Greek · ~6 min
Fragment 289
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 289
Not analysed yet
Mt 26, 26—28 Εὐχαριστεῖ ὁ κύριος λαβὼν τὸ ποτήριον, τοῦτ' ἔστιν ἐν σχήματι προσευχῆς διαλέγεται τῷ θεῷ καὶ πατρὶ κοινωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ζωοποιοῦ εὐλογίας ἡμῖν, ἅμα δὲ καὶ ἡμῖν τύπον διδοὺς πρῶτον εὐχαριστεῖν καὶ οὕτω κλᾶν τὸν ἄρτον καὶ διαδιδόναι. διὸ καὶ ἡμεῖς ἐπ' ὄψεσι θεοῦ τὰ προειρημένα τιθέντες δεόμεθα ἐκτενῶς εἰς εὐλογίαν ἡμῖν μεταπλασθῆναι τὴν πνευματικήν, ἵνα μετασχόντες αὐτῶν ἁγιασθῶμεν σωματικῶς καὶ πνευματικῶς. δεικτικῶς δὲ εἶπε τοῦτό μού ἐστιν σῶμα καὶ τοῦτό μού ἐστιν τὸ αἷμα, ἵνα μὴ νομίσῃς τύπον εἶναι τὰ φαινόμενα, ἀλλὰ διά τινος ἀρρήτου ἐνεργείας τοῦ πάντα ἰσχύοντος θεοῦ μεταποιεῖσθαι εἰς σῶμα καὶ αἷμα Χριστοῦ κατὰ τὸ ἀληθὲς τὰ παρενηνεγμένα, ὧν μετασχόντες τὴν ζωοποιὸν καὶ ἁγιαστικὴν δύναμιν τοῦ Χριστοῦ εἰσδεχόμεθα· ἔδει γὰρ αὐτὸν διὰ τοῦ ἁγίου πνεύματος ἐν ἡμῖν θεοπρεπῶς συνανακίρνασθαι ὥσπερ τοῖς ἡμετέροις σώμασι διὰ τῆς ἁγίας σαρκὸς αὐτοῦ καὶ τοῦ τιμίου αἵματος. ἃ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ, ἵνα μὴ ἀποναρκήσωμεν σάρκα τε καὶ αἷμα προκείμενα βλέποντες ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν· συγκαθιστάμενος γὰρ ὁ θεὸς ταῖς ἡμετέραις ἀσθενείαις ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ ζωῆς. καὶ μὴ ἀμφιβάλῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς αὐτοῦ λέγοντος ἐναργῶς τοῦτό μού ἐστιν τὸ σῶμα καὶ τοῦτό μού ἐστιν τὸ αἷμα, δέχου δὲ μᾶλλον πίστει τοῦ σωτῆρος τὸν λόγον· ἀλήθεια γὰρ ὢν οὐ ψεύδεται.