Ancient Greek · ~5 min
Fragment 291
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 291
Not analysed yet
Mt 26, 29 Ἕως αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ· τοῦ οἴνου πόσις οὐ χρείαν ἀποπληροῖ μόνον, ἀλλὰ καὶ πανποικίλην ἡδονὴν τῇ αἰσθήσει προσφέρει. μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀποτιναχθείσης τῆς φθορᾶς τῶν ἀνθρωπίνων σωμάτων καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις πρὸς καινότητα μετοισθήσεται, ὥστε καὶ αὐτὴν ἡμῶν τὴν εὐφροσύνην εἶναι καινήν. σωφροσύνης δὲ σύμβολον τὸ ἐξ οἴνου κρᾶμα, ὃ καὶ γενήσεσθαί φησιν καινόν· καὶ οὔτι που πάντως τὸ πόμα φησὶν ἔσεσθαι καινόν, ἀλλὰ τὸ ἐξ αὐτοῦ συμβαῖνον, τοῦτ' ἔστιν τὴν εὐφροσύνην· ἀναχωρήσει γὰρ μετὰ τὴν ἀνάστασιν ἡ ἀνθρώπου φύσις τῆς αὐτοῦ συνήθους καὶ γηΐνης τέρψεως, μεταχωρήσει δὲ πρὸς καινότητα τρυφῆς αὐτοῦ δηλονότι τοῦ πάντων σωτῆρος ἡμῶν Χριστοῦ. τὴν ἔμφυτον καὶ ἰδίαν εὐφροσύνην ταῖς τῶν σεβομένων αὐτὸν ἐνιέντος ψυχαῖς καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις διανέμοντος· ὅτι δὲ ἐν εὐφροσύναις ἐσόμεθα νοηταῖς, ὁ θεῖος ἡμᾶς Δαβὶδ πληροφορήσει λέγων· «ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. μεθυσθήσονται ἀπὸ πιότητος καὶ τὸν χειμάρρουν τῆς τρυφῆς ποτιεῖς αὐτούς». ἡ σοφία δὲ πάλιν «τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κεράσασα» καὶ προθεῖσα τοὺς ἄρτους· «ἔλθατε», φησίν, «φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν».