Ancient Greek · ~4 min
Fragment 292
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 292
Not analysed yet
Mt 26, 31 Ἐταράχθησαν οἱ μαθηταὶ οὐχ ὡς ἐλαφροί τινες, ἀλλ' ὅτι πολλῆς ἔγεμεν ἀπορίας τὸ πρᾶγμα καὶ δυσκατάληπτος ἦν ἡ γνῶσις τοῦ μυστηρίου τούτου, πῶς ὁ τοὺς νεκροὺς ἀναστήσας καὶ μυρία ποιήσας σημεῖα ὑπὲρ ἄνθρωπον εἰς οὕτως ἄτιμον παρεδόθη θάνατον. οὗτος δὲ ἦν ὁ διὰ τοῦ προφήτου εἰρηκὼς «πατάξω τὸν ποιμένα». διὸ καὶ ὁ Δαβίδ φησιν πρὸς τὸν πατέρα, «ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν». πλὴν οὐ πάντη τοῦτο καὶ πάντως γέγονεν βουλήσει τοῦ πατρός, ἀλλ' ἤθελε μὲν μὴ παθεῖν αὐτόν, εἴγε προσεδέξαντο οἱ Ἰουδαῖοι. ἐπειδὴ δὲ οὐ προσήκαντο, ἀλλ' ἠθέλησαν φονεῦσαι, συγκατέθετο ὁ πατὴρ τῷ υἱῷ τοῦτο παθεῖν ἑλομένῳ. διὸ καὶ λέγεται, ὅτι ὁ πατὴρ ἐπάταξε «τὸν ποιμένα», ἐπειδήπερ εἴασεν αὐτὸν παθεῖν δυνάμενος κωλῦσαι μὴ παθεῖν. οὕτω δὲ νοητέον καὶ τὸ εἰρημένον πρὸς Πιλᾶτον ὑπὸ Χριστοῦ, ὅτι «οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν», ἀντὶ τοῦ μὴ συνῄνεσεν ὁ πατὴρ ἑλομένῳ μοι παθεῖν.