Ancient Greek · ~2 min
Fragment 295
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 295
Not analysed yet
Mt 26, 39 Ποτήριον ἐν τούτοις τὴν διὰ τοῦ θανάτου κατακάρωσιν ἀποκαλεῖ καὶ τὴν οἱονεὶ πρὸς ὕπνον κατακοιμίζουσαν μέθην. τό γε μὴν παραιτεῖσθαι πιεῖν αὐτό, τοῦτ' ἔστιν τὸ μὴ σφόδρα καθ' ἡδονὴν ποιεῖσθαι τὸ παθεῖν, τῆς τῶν σταυρωσάντων δυσσεβείας κατηγορεῖ· οὐ γὰρ δήπου φαῖεν ὡς ἐπείπερ εἵλετο παθεῖν ὑπουργοὶ μᾶλλον ἡμεῖς τοῦ θελήματος· διελέγξει γὰρ αὐτοὺς ψευδομυθεῖν ἑλομένους ἡ παραίτησις.