Ancient Greek · ~2 min
Fragment 296
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 296
Not analysed yet
Mt 26, 42—44 Ἐπιτείνει τὴν προσευχὴν καὶ διὰ τῶν αὐτῶν ἐξυφαίνει λόγων ὑποτύπωσιν καὶ ὑπογραμμὸν τὰ καθ' ἑαυτὸν ἡμῖν παρατιθείς· οἶμαι γὰρ δεῖν οὐχὶ μίαν ἡμᾶς τὸ κατὰ προθυμίαν <προσευχὴν προσάγειν>, προσιέναι δὲ μᾶλλον συχνῶς καὶ ταυτολογοῦντας οὐκ ἐρυθριᾶν ἄχρις ἂν ἡμῖν εἰς πέρας ἐξοίχοιτο τὰ αἰτήματα· διὰ γὰρ τοῦτο καὶ τρίτην εὐχὴν περὶ τῶν αὐτῶν ἐποιεῖτο Χριστὸς καίτοι μάλα σαφῶς τὴν τοῦ θεοῦ καὶ πατρὸς ἐπιστάμενος βούλησιν· μᾶλλον δὲ διὰ τοῦ τρίτου ἐβεβαίου, ὅτι ἄνθρωπος γέγονεν.