Ancient Greek · ~7 min
Fragment 300
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 300
Not analysed yet
Mt 26, 63—65 Ἔφη που διὰ Μωυσέως ὁ τῶν ὅλων θεός· «ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ συνεῖδεν, ἐὰν μὴ ἀναγγείλῃ», φησίν, «λήψεται τὴν ἁμαρτίαν». ἐπεγράφετο τοίνυν παρανομίας ἔγκλημά τισιν, εἰ μηδὲν ἀπολογοῖντο, φωνὴν ἀκούοντες ὁρκισμοῦ. διὰ τοῦτο πανούργως ὁρκίζει τὸν κύριον ὁ Καϊάφας, ἵν' εἰ βούλοιτο καὶ μετὰ τοῦτο σιωπᾶν, ὡς παρανομήσαντα κατακρίνοι, εἰδώς, ὅτι ὁρκωθεὶς καὶ σιωπήσας ἔνοχος ἐγένετο τιμωρίᾳ τῇ ἀπὸ τοῦ νόμου· εἰ δὲ εἴπῃ τὸ ἀληθές, ὡς ψευδόχριστον αὐτὸν φονεύσωσιν ὡς λέγοντα ἑαυτὸν θεὸν οὐδὲν πλέον ἔχοντα τῶν λοιπῶν ἀνθρώπων κατὰ τὴν σάρκα καὶ τὸ ὁρώμενον. διὸ ὁ Χριστὸς εἶπε· σὺ εἶπας ἀντὶ τοῦ τὸ σὸν ὡμολόγησε στόμα λοιπόν. ἵνα δὲ φορτικωτέραν αὐτοῖς τὴν δίκην ἐργάσηται, τὴν ἐπί γέ φημι τῷ μὴ πιστεύειν εἰς αὐτὸν βούλεσθαι, πάλιν αὐτοῖς ἐναργῆ τὴν αὐτοῦ καθίστησι δόξαν εἰπών· ὄψεσθε ἀπ' ἄρτι τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. ἐν εἴδει, φησίν, τῷ καθ' ὑμᾶς γεγονότα ἐμὲ τὸν υἱὸν τῇ φύσει καὶ ἀληθῶς τοῦ θεοῦ καὶ πατρὸς ἐν τῷ μηδενὶ πεποίησθε λόγῳ, καὶ ἐπειδὴ ἀμαθίας εἰς τοῦτο καταβεβήκατε, ὥστε τὸ αὐτοῦ τε καὶ τὸ ἐμὸν οὐκ ἴστε μυστήριον, καίτοι νομομαθεῖς ὄντες, ἀναγκαίως ἐκεῖνό φημι, ὅτι τῆς κατ' ἐμοῦ δυσσεβείας βραχὺς ὑμῖν καὶ διεσταλμένος ἐδόθη καιρὸς μέχρι τοῦ τιμίου σταυροῦ· μετὰ τοῦτο γὰρ εὐθὺς εἰς τὴν ἑαυτοῦ παλινδρομήσω τιμήν, ἀναβήσομαι πρὸς δόξαν τὴν ἐν ἀρχαῖς, σύνεδρος ἔσομαι τῷ θεῷ καὶ πατρὶ καὶ μετὰ τῆς σαρκός. ταῦτα λέγοντος τοῦ Χριστοῦ ὁ Καϊάφας διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· ἐβλασφήμησεν. τοῦτο δὲ ἐποίησε σφοδροτέραν τὴν κατηγορίαν ποιῶν καὶ τὸ λεχθὲν ἐπαίρων διὰ τοῦ πράγματος. καίτοι ποία βλασφημία αὕτη—οὗτος μάλιστα καὶ ἔλαμψε καὶ ἐνίκησε κατὰ κράτος.