Ancient Greek · ~3 min
Fragment 299
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 299
Not analysed yet
Mt 26, 55 Ἆρα οὖν αἰτιᾶται Χριστὸς τοὺς τῶν Ἰουδαίων καθηγητάς, ὅτι μὴ πρόωρον αὐτῷ τὴν τοῦ θανάτου πάγην ἐσκεύαζον; οὐ τοῦτο βούλεται δηλοῦν, ἀλλ' ὅτι ἐξὸν ὑμῖν καθ' ἡμέραν ἐν τῷ ἱερῷ διδάσκοντα κατασχεῖν, οὐκ ἐκρατήσατε· ἐταμιευόμην γὰρ μᾶλλον τὸ χρῆναι παθεῖν καιρῷ τῷ προσήκοντι. οὐ τοίνυν τῆς Ἰουδαίων μανίας καταιτιώμενος ταῦτα ὁ Χριστὸς ἔφη, οὔτε μὴν ἐπιπλήττει τὸ βράδος αὐτῶν πρὸς μιαιφονίαν, ὅτι δὴ παρόντα καὶ ὁρώμενον οὐκ ἐν ἀρχαῖς κατεσχήκασιν· διελέγχει δὲ μᾶλλον ὡς οὐ τῆς ἐνούσης αὐτοῖς ἰσχύος ἔργον ἡ σύλληψις, ἀλλὰ τῆς αὐτοῦ βουλήσεως τοῦ τὸ ἀβούλητον πάθος οἰκονομικῶς παραδεξαμένου καὶ ποιησαμένου θελητόν. οὐκ ἐπείπερ ἦν τὸ παθεῖν ἀγαθόν, ἀλλ' ὅτι τὰ ἐξ αὐτοῦ συμβαίνοντα τὴν ἀνθρώπου φύσιν ἀνακομίζειν ἔμελλεν εἰς τὸ ἀπ' ἀρχῆς δεικνύς, ὅτι τῆς αὐτοῦ συγχωρήσεως ἔργον ἦν τὸ ἑλεῖν.