Ancient Greek · ~1 min
Fragment 302
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 302
Not analysed yet
Mt 27, 11 Προσήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδόθησαν καὶ αὐτοὶ ταῖς Ῥωμαίων στρατιαῖς. καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ' αὐτοῖς προαπηγγελμένα· ὁ μὲν γάρ φησιν· «οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ». ὁ δέ· καθὼς «ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς τὴν κεφαλήν σου».