Ancient Greek · ~2 min
Fragment 303
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 303
Not analysed yet
Mt 27, 21—26 Μέγας ἔλεγχος ταῦτα τῶν Ἰουδαίων λῃστὴν καὶ φονέα ἑλομένων μᾶλλον ἢ τὸν Χριστόν· τοσοῦτον αὐτοῖς ἔμελε τοῦ δικαίου καὶ οὕτως διὰ τὴν ὁσιότητα κατηγόρουν Χριστοῦ· καὶ τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσιν τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, <καὶ> ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι τὴν κόλασιν, ἀνέκραγον λέγοντες· «αἶρε τοῦτον, ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν». ἰδοὺ δὴ σαφῶς «τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο» καθά φησιν ὁ μακάριος Πέτρος «καὶ ᾔτησαν ἄνδρα φονέα χαρισθῆναι» αὐτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσονται κοινωνοί.