Ancient Greek · ~2 min
Fragment 305
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 305
Not analysed yet
Mt 27, 25 Ταύτην αὐτῶν τὴν ἀνοσίαν καταβοὴν ᾐτιᾶτο λέγων ὁ κύριος διὰ φωνῆς Ἰερεμίου· «ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου <ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου> ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν». ἔφη δέ που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος καὶ ὁ προφήτης Ὠσηέ· «οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ. πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι' ἀπαιδευσίαν γλώττης αὐτῶν».