Ancient Greek
Fragment 306
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 306
Not analysed yet
Mt 27, 32 Ἄγεται μὲν ὁ σωτὴρ ἐπὶ τὸ σωτήριον πάθος. Σίμωνι δὲ Κυρηναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν ἁγίων εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν «βαστάσαι» τὸ ξύλον. ἀληθῆ δὲ πάντως ἀμφότερα· ἤνεγκε μὲν γὰρ τὸν σταυρὸν ὁ σωτήρ, κατὰ μέσην δέ πως τὴν ὁδὸν ὑπαντήσαντες τὸν Κυρηναῖον κατεσχήκασιν καὶ μετέθηκαν ἐπ' αὐτὸν <τὸν> σταυρόν. εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἠσαίου, ὅτι «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ»· ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρός, δι' οὗ βεβασίλευκε τῆς ὑπ' οὐρανοῦ, εἴπερ ἐστὶν ἀληθές, ὅτι «μέχρι θανάτου» γέγονεν «ὑπήκοος, θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν».