Ancient Greek · ~5 min
Fragment 308
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 308
Not analysed yet
Mt 27, 38 Εἶδες πῶς ὁ τῶν ὅλων γενεσιουργὸς καὶ κύριος τὴν αὐτοῦ φύσιν ἐπανορθοῖ· ταύτην γὰρ εἰς τὸ ἐν ἀρχαῖς ἀναφέρων διὰ τοῦ γενέσθαι καθ' ἡμᾶς δι' ἡμᾶς τὰ ἡμῶν ὑπὲρ ἡμῶν ὑπέμεινε πάθη. ἀπηρτημένῳ δὲ τοῦ σταυροῦ συνεκρέμαντο αὐτῷ δύο λῃσταὶ καὶ ὕβρις μὲν ὁμολογουμένως τό γε ἧκον εἰς τὸν τῶν Ἰουδαίων σκοπὸν πλὴν ἀνάμνησις προφητείας λεγούσης· «καὶ μετὰ ἀνόμων ἐλογίσθη». ἀλλὰ διὰ τῶν αὐτοῦ παθημάτων εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά· ἀληθὲς γάρ, ὅτι «τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν». οἱ δύο οὗτοι λῃσταὶ τοὺς δύο ὑπέγραφον λαούς, ὧν ὁ μὲν μέχρι τελευτῆς τὴν ἀγνωμοσύνην ἐπεδείξατο καὶ οὐδὲ τὴν ἐσχάτην αἰχμαλωσίαν, ἣν ὑπὸ Ῥωμαίων ὑπέμεινεν, εἰς ἄμυναν τῶν κατὰ Χριστοῦ παροινιῶν ὡμολόγησεν ὑφίστασθαι, ὁ δὲ πρὸς αὐτῷ τῷ τέλει οὐκ ἀπέγνω τῆς ἀφέσεως, ἀλλὰ τὸ ὠμὸν τῶν κακῶν θεολογίᾳ διωρθώσατο. τό τε μὴν μέσον τῶν λῃστῶν σταυροῦ ἀνασχέσθαι τὸν κύριον τὸν ἑκούσιον αὐτοῦ <θάνατον τὴν> πρὸς τοὺς δύο λαοὺς ἀπεκάλυψε παρουσίαν. πρὸς οὓς ἑκὼν παρεγίνετο, ἀμφοτέρους τῇ ἑαυτοῦ ἐνανθρωπήσει βουληθεὶς ἀνανεώσασθαι, εἰ καὶ ὁ πρότερος ὡς ὁ εἷς τῶν λῃστῶν παρῃτήσατο, «οὐκ ἔχομεν» λέγων «βασιλέα εἰ μὴ Καίσαρα» καὶ τὸ αἷμα τὸ ἀθῷον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἐξαιτούμενος καὶ ὡς δικαίῳ τῷ φόνῳ ἐναβρυνόμενος, ἀφ' ὧν καὶ οὗτοι κἀκεῖνος κοινῶς τῆς βασιλείας ἐξέπεσον.