Ancient Greek
Fragment 309
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 309
Not analysed yet
Mt 27, 44 Ὁ μὲν οὖν εἷς τῶν λῃστῶν ταῖς τῶν Ἰουδαίων ἀφιλοθεΐαις συνδιαιτώμενος τοὺς αὐτοὺς ἐκείνοις ἠρεύγετο λόγους· εἰ γὰρ «σὺ εἶ», φησίν, «ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς». ὅ γε μὴν ἕτερος τὴν ἐναντίαν ἐκείνῳ βαδίζων ὁδὸν εἰκότως θαυμάζεται· πεπίστευκε γὰρ εἰς αὐτὸν καίτοι δίκης ἀπηρτημένης οὕτω πικρᾶς, ἐπιτιμᾷ ταῖς τῶν Ἰουδαίων ἀθυροστομίαις καὶ ταῖς τοῦ συγκρεμαμένου φωναῖς, ὡμολόγησε τὴν ἁμαρτίαν, ἵνα δικαιότερος φανῇ· μεμαρτύρηκε γὰρ Χριστῷ τὸ ἀνυπαίτιον παντελῶς καὶ τῆς τῶν σταυρωσάντων ἀπονοίας κατήγορος ἦν, ταύτῃ τοι τὸν τῶν ἁγίων ἥρπασε κλῆρον, τὴν ἄνω καὶ ἐν οὐρανοῖς ἀπογραφήν. σταυρούμενον γὰρ βλέπων βασιλέα ἐκάλει· τὸν ἐν ἀτιμίᾳ καὶ πάθει προσεδόκησεν ἥξειν ἐν δόξῃ θεοπρεπεῖ, ἥρπασε τὴν πίστιν, καίτοι εὐγενῶς οὐ τεθραμμένος, ὀνίνησι δὲ καὶ ἡμᾶς <ἀνοίγων ἡμῖν τοὺς> οὐρανούς.