Ancient Greek · ~1 min
Fragment 31
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 31
Not analysed yet
Mt 4, 3 Οὐχ ὑπήκουσεν ὁ Χριστὸς τοῦ διαβόλου ὥστε ποιῆσαι τοὺς λίθους ἄρτους, διότι οὐ πρὸς ὠφέλειαν αὐτοῦ ἦν· οὐ γὰρ ἵνα πιστεύσῃ καὶ γένηται ὡς πρότερον ἦν ἄγγελος τοῦτο ᾐτεῖτο· ἀμετανόητος γάρ, ἀλλ' ἵνα εἰς κενοδοξίαν ἑλκύσῃ τὸν Χριστόν. ὅπερ εἰδὼς ὁ σωτὴρ οὐχ ὑπήκουσεν αὐτοῦ.