Ancient Greek · ~2 min
Fragment 32
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 32
Not analysed yet
Mt 4, 3—4 Εἰς φιλοδοξίας πάθος θέλων ἑλκύσαι ὁ σατανᾶς τὸν Χριστὸν οὐκ εἶπεν αὐτῷ φάγε, ἀλλὰ ποίησον σημεῖον. τοῦτο δ' ἐποίει, οὐχ ἵνα ὠφεληθῇ, ἀλλ' ἵνα, ὅπερ εἶπον, εἰς κενοδοξίαν ἑλκύσῃ αὐτόν· ὅπερ εἰδὼς ὁ Χριστὸς οὐχ ὑπήκουσεν αὐτῷ. τούτῳ τῷ σκοπῷ καὶ τοῖς Φαρισαίοις θέλουσιν ἀπ' αὐτοῦ σημεῖον ἰδεῖν οὐκ ἐπένευσεν· οὐ γὰρ ἀνενδοιάστῳ καρδίᾳ προσῄεσαν αὐτῷ ὡς θεῷ, ἀλλ' ὡς ἄνθρωπον ἐπείραζον. ἔστω οὖν οὗτος ἄπτωτος τοῖς ἁγίοις κανὼν πρὸς ἀπίστους ἢ πειράζοντας τὸ μὴ φιλοδοξεῖν ἐπ' οὐδενὶ χρησίμῳ.