Ancient Greek
Fragment 312
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 312
Not analysed yet
Mt 27, 46 Εἶπεν ὁ κύριος τὴν φωνὴν ταύτην ὡς ἄνθρωπος, ἵνα κατορθώσῃ τῇ ἡμετέρᾳ τῶν ἀνθρώπων φύσει τὸ μετὰ παρρησίας λέγειν πρὸς τὸν θεόν, ἵνα τί με ἐγκατέλιπες· μόνοις γὰρ τοῖς καθαροῖς καὶ ἁμαρτίας ἐκτός ἐστιν ἀδεὲς τοῦτο λέγειν. λέγων δὲ θεέ μου πρὸς τὸν πατέρα οὐδὲν ὑπομένει βλάβος περὶ τὴν οἰκείαν θεότητα καὶ δόξαν φύσει θεὸς ὤν, ὅταν ὡς ἄνθρωπος λέγῃ ταῦτα τὰ τῇ ἀνθρωπότητι πρέποντα, ἐπείπερ καὶ ἡμεῖς, ἐὰν καλῶμεν τὸν θεὸν πατέρα, οὐ παρὰ τοῦτο ἀπεβαλόμεθα τὸ εἶναι ἄνθρωποι φύσει καὶ κτίσματα θεοῦ, κἂν κατὰ χάριν ἡμᾶς ὁ θεὸς εἰς υἱότητα καλῇ διὰ τὴν εἰς Χριστὸν πίστιν.