Ancient Greek · ~2 min
Fragment 311
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 311
Not analysed yet
Mt 27, 45 Τὸ σκότος ἐφ' ὅλην τὴν γῆν ἐγένετο ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης τοῦ ἡλίου ἐκλείποντος, ἵν' εἰδεῖεν, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον ὑπὲρ αὐτῶν τὴν κτίσιν λαβών, ὅτε τοῖς Αἰγυπτίοις πεπολέμηκε δι' αὐτούς. τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος ἡλίου τὴν ἀκτῖνα συστείλαντος καὶ οἷον οὐκ ἀνεχομένου πέμπειν αὐτὴν ἔτι τοῖς γεγονόσι κυριοκτόνοις. καὶ καθ' ἕτερον δὲ τρόπον ἐσκοτίσθαι φαμὲν τὴν Ἰουδαίων χώραν ἤτοι τοὺς κατοικοῦντας αὐτήν, ὅτι οὐκ εἰσεδέξατο τὸν ἥλιον τῆς δικαιοσύνης καὶ «τὸ φῶς τὸ ἀληθινόν».