Ancient Greek · ~3 min
Fragment 314
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 314
Not analysed yet
Mt 27, 51—54 Ἐσείσθη δὲ καὶ ἡ γῆ τὴν ἐπὶ τὸ κρεῖττον μετάθεσιν σημαίνουσα ἢ καὶ δείκνυσι τὴν κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνηκότων ἀγανάκτησιν. τὸ δὲ ῥαγῆναι τὰς πέτρας σημεῖόν ἐστι τοῦ τὴν «λιθίνην» τῶν ἐθνῶν «καρδίαν» ἀνεωχθῆναι πρὸς ὑποδοχὴν τοῦ εὐαγγελικοῦ σπόρου. οἱ δὲ ἀναστάντες ἅγιοι καὶ ὀφθέντες τοῖς πολλοῖς οὐ πρόωρον ἔλαβον μόνοι ἐκεῖνοι τὸ τῆς ἀναστάσεως χάρισμα, ἀλλ' εἰς σημεῖον γέγονεν, ὅτι κατηργήθη ὁ θάνατος διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. εἰς τοῦτο οἶμαι καὶ ὁ νόμος ὑπέβλεπε κελεύων τὸν ἀκουσίως φονεύσαντα φυγόντα αὖθις ἐπανατρέχειν εἰς τὴν πατρίδα μετὰ τὸν θάνατον τοῦ ἀρχιερέως· ὁ γὰρ τοῦ Χριστοῦ θάνατος τὴν εἰς τὴν ἄνω Ἰερουσαλὴμ ἄνοδον τοῖς ὑπευθύνοις ἡμῖν ἀπέδωκεν.