Ancient Greek · ~1 min
Fragment 314col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-32
Not analysed yet
Ἐσείσθη ἡ γῆ σημαίνουσα τὴν ἐπὶ τὸ κρεῖττον μετάθεσιν τῶν πραγμάτων κἂν τὴν ἀγανάκτησιν δεικνύῃ τοῦ θεοῦ κατὰ τῶν πεπαρῳνηκότων εἰς αὐτόν. τὸ δὲ ῥαγῆναι τὰς πέτρας τὰς τῶν ἐθνικῶν ψυχὰς ἀνεωχθῆναι δηλοῖ εἰς τὸ παραδέχεσθαι τὴν τοῦ Χριστοῦ πίστιν. οἱ δὲ ἀναστάντες τῶν ἁγίων καὶ ὀφθέντες πολλοῖς σημαίνουσιν, ὅτι κατηργήθη ὁ θάνατος διὰ τοῦ θανάτου τοῦ Χριστοῦ.