Ancient Greek · ~3 min
Fragment 315
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 315
Not analysed yet
Mt 27, 51 Τὸ διαρραγῆναι τὸ καταπέτασμα σημεῖον ἦν οὐκ ἀσυμφανὲς τοῦ καὶ αὐτὸν μονονουχὶ πενθῆσαι τὸν ναὸν καὶ τοὺς εἰς ὄλεθρον καὶ ἀπώλειαν κατενηνεγμένους, οἳ τὸν αὐτοῦ τοῦ ναοῦ δεσπότην ἐσταύρωσαν· ἴσως δὲ καὶ ἐπὶ δυσσεβείᾳ τῇ κατὰ Χριστοῦ διὰ τῆς παρ' αὐτοῖς συνηθείας ἐλέγχοντος αὐτοὺς τοῦ συμβεβηκότος· ἔθος γὰρ ἦν Ἰουδαίοις τὴν ἐσθῆτα περιρρήγνυσθαι βλασφημηθέντος θεοῦ. ἔοικε δέ τι καὶ ἕτερον τῶν ἀναγκαίων εἰς ὄνησιν ὑπεμφαίνειν ἡμῖν τὸ γεγενημένον· τὸ γὰρ καταπέτασμα κρύπτον εἴσω τὰ ἅγια τῶν ἁγίων ἐνστάντος καιροῦ, καθ' ὃν ἔδει συστέλλεσθαι τὴν τοῦ νόμου σκιὰν καὶ τὴν ἐν τύποις καταλῆξαι λατρείαν, ἀνεῳχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις, περιρρήγνυται δεικνύοντος ὥσπερ αὐτὰ τοῦ θεοῦ τοῖς ἀξίοις, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς εἰς τὴν ἐσωτέραν τρέχωσι σκηνὴν οἱ κατ' ἴχνος ἰόντες Χριστοῦ.